TLG 4338 001 :: THEOPHRASTUS :: Θεοφράστου φιλοσόφου περὶ τῆς θείας τέχνης διὰ στίχων ἰάμβων (fort. auctore Heliodoro alchemista et poeta) (e cod. Casselano) THEOPHRASTUS Alchem.
Poeta Θεοφράστου φιλοσόφου περὶ τῆς θείας τέχνης διὰ στίχων ἰάμβων (fort. auctore Heliodoro alchemista et poeta) (e cod. Casselano)
Citation: (Line) | ||
1t | Θεοφράστου φιλοσόφου περὶ τῆς αὐτῆς θείας τέχνης | |
---|---|---|
2t | διὰ στίχων ἰάμβων. | |
1 | Οἱ τῶν σοφιστῶν ἄνδρες ὥσπερ ῥήτορες εὐδαιμονοῦντες καὶ βιοῦντες πανσόφως καὶ τὴν φύσιν δὲ γνόντες πάντων κτισμάτων καὶ ποιότητα στοιχείων ὡς καὶ κρᾶσιν, | |
5 | καὶ συμπλοκὴν μαθόντες ἀλλήλων φέρειν εἰς ἕν τι καινὸν εἶδος εὐπρεπέστατον, πάντη ξένον καὶ φαιδρόν, εὐειδὲς πέλον, εἰς ὠφελείας κέρδος ὄνησιν φέρον | |
τῇ συνθέσει καὶ πλεῖστον εἶναι ἐξ ἑνός, | 34 | |
10 | πάντας βροτοὺς σοφιστὰς ὡς εὐγνώμονας καὶ γνώστας εὐλήπτους τε μεμυημένους θέλοντες αὐτοὺς ὡς τελείους ἐκτελεῖν πάντων σοφῶς τε τοὺς ὁρισμοὺς καὶ φύσιν διακρίνειν, συγκιρνᾶν ὡς καὶ συμπλέκειν | |
15 | καὶ εὐπραγεῖν εἰς πάντα καὶ μηδὲν λέγειν, πλὴν ὧν ἔφησαν οἱ σοφοὶ διδάσκαλοι. οἳ προτρέπονται πάντας ὥσπερ ἔμφρονες εἰς γνῶσιν ἐλθεῖν καὶ μύησιν ὧν φασι θείων λόγων, οὕτως καὶ τοῖς ἔργοις πλέον | |
20 | βοῶντες ἢ λόγοισ〈ι〉 φάσκοντες τάδε· ἡμεῖς μὲν ἄστρων τάξιν ὥσπερ καὶ θέσιν φύσιν τε καὶ ὕψωσιν ὡς διάστασιν, μέτρων ὁρισμοὺς ἀκριβῶς καὶ ἀνατολὰς κρύψεις τε δείξει προλέγοντες καὶ δύσεις | |
25 | οὐ σφαλλόμεθα, μακρὰν ὄντων τὴν θέαν τούτων ἀφ’ ἡμῶν, καὶ νοὸς γνώσει μάλα ὁρῶντες, ὥσπερ εἰσὶν αἰσθήσει φρενῶν, γινώσκομεν τἀληθὲς ὡς εἶναι ἐκεῖ ἐν οὐρανῷ καὶ μηδὲν ἀγνοεῖν ὅλως | |
30 | τελουμένων ἐκεῖσε· πάντα δ’ αὖ σοφῶς λέγειν ὁρίζειν τοῖς ἐχέφροσι βροτοῖς ἔγνωμεν, ὡς ἡ πεῖρα μαρτυρεῖ τάδε. καὶ οὐ μόνον ταῦτ’, ἀλλὰ καὶ παθημάτων τὰς αἰτίας φαίνοντες ἐν τῷ σώματι | |
35 | ἰατρικῆς τέχνης τε καὶ ἐπιστήμης ἐμπειρίαν καὶ πρᾶξιν ἐντέχνου τέλους ὁρίζομεν μύησιν, ὥστε καὶ λέγειν προγνωστικῶς μέλλοντα γίνεσθαι πάθη καὶ ἔκβασιν νόσου τε καὶ ἄκος φέρειν | |
40 | καὶ μηνύειν ἔκδημον ἐκ νοσήματος βίου τελευτήν, ὡς προγινώσκειν σαφῶς καὶ τοὺς πόνους τῇ πείρᾳ καὶ παύειν νόσον. | |
καὶ οὐχὶ ταῦτ’ ἔγνωμεν ὡς σοφοὶ μόνον, καίτοι γε ὄντων παμμεγίστων θαυμάτων, | 35 | |
45 | ἀλλ’ αὖθις ἀνθῶν τάς τε ποιὰς καὶ κράσεις καὶ εἶδος ὡς καὶ γεῦσιν ἀκριβῶς λέγειν ὀπῶν τε τῶν ἐν ξηρᾷ καὶ βλαστημάτων φυομένων γένος πᾶν ἔγγραφον λόγον ἐθήκαμεν πρὸς γνῶσιν ἀκριβῶν ἐπῶν. | |
(50) | καὶ τῶν λίθων τὰς χροιάς, εἴδη καὶ τόπους, καὶ τὰς μετάλλων, ἔνθα γίνονται, σαφῶς ἔγνωμεν ὠφελείας ὡς καὶ τὰς βλάβας. καὶ τῆς θαλάσσης ζῷα παντοίων γένη καὶ σχημάτων μορφάς 〈τε〉 οἴδαμεν πάσας | |
55 | καὶ ὠφελείας ἐκφέρειν τούτων βροτοῖς καὶ τὰς βλάβας φεύγειν δὲ καὶ μὴ λανθάνειν, πτηνῶν τε τὰς ποικίλας ἰδέας γενῶν ἀλληλοφώνους καὶ ξένας τοῖς σχήμασιν ὄντων πρὸς ὠφέλειαν ἀνθρώπων φύσει | |
60 | ἐσχηκότων 〈θ’〉 ὕπαρξιν εἰς τέρψιν βίου. οὕτως δὲ καὶ πᾶν κτῆνος, ὡς καὶ ἑρπετῶν εἶδος γένος τε ἐξεφήναμεν λόγοις, ἐπῶν γὰρ ἔργον μηδὲν εἰς ψεῦδος φέρειν ... μυήσεως ἔχουσαν, ἀλλ’ εὖ καὶ μάλα | |
65 | εἰρήκαμεν τὰ πάντα καὶ ἐδείξαμεν βροτοῖσι καὶ εἰς κέρδος εὐεκτεῖν βίῳ. Πῶς οὖν φασι πρὸς ἡμᾶς οἱ φιλόψογοι καὶ μηδενὸς μύησιν οἱ ἐσχηκότες, σοφιστικῆς ἐννοίας ἐσιερημένοι | |
70 | ψευδεῖς σοφοὺς λέγοντες εἶναι ἀθλίως, πηροὶ φρεσὶ πρὸς γνῶσιν ὄντες πανσόφου μαθήσεως καὶ θείας ὄντως γνώσεως; λέγουσι γάρ· πῶς ἐστι τεῦξαι τὸν χρυσόν; ἢ πῶς δυνατόν, ὅστις ἐστὶν τὴν φύσιν, | |
75 | ἥνπερ θεὸς τοιῶσδε ποιήσας πάλαι | |
ὡς δημιουργὸς ἔκτισε, πρὸς σύστασιν τρέψαι φύσιν, μὴ οὖσαν οὕτως τῇ θέσει, πρῴην ἐν ᾗ ὑπῆρχε, καὶ ταύτην ὅλην δεῖξαι χρυσὸν μένοντα καὶ τροπὴν ὅλως | 36 | |
80 | οὐκ εἰσφέροντα ὥσπερ ἀλλοιούμενον εἴδους γένους ἐν ᾧπερ ἐκτραφεὶς ἔφυ; ἀλλ’ οἱ λέγοντες ταῦτα παίζουσι φρένας αὐτῶν, ὅμως οὖν οὐδὲν ἀψευδές φασι· ἡμεῖς δὲ τέχνης τῆσδε δείξωμεν τέλος | |
85 | εὔχρηστον εὔληπτόν τε μηδενὸς ξένου ἄλλου τινὸς χρῇζόν τε, ἀλλ’ ἢ τῆς μιᾶς φύτλης φερούσης [τὸ] πᾶν ἐξ αὐτῆς τῇ φύσει. ἐκ τεττάρων τροπῶν τε τοῦ χρόνου μάθε τὸ ἔργον εἰς ἄριστον ἐκπληρούμενον | |
90 | τροπῶν σοφιστικῆς 〈τε〉 τέχνης τῶν σοφῶν· χειμὼν γὰρ ὑγρὸς ψυχρὸς ἄρχεται κρύους, ἐξ οὗ νέφη εἰς ὕψος αἴρονται θέειν, ὕειν ὅλῃ τε γαίᾳ καρποὺς ἐκφύειν, εἰς τρεῖς δὲ πύργους ἐκτελεῖται τοῦθ’ ὅλως. | |
95 | ἔαρ μεθ’ ὃν θερμόν τε καὶ ὑγρὸν πέλον εἰσέρχεται, ἐν ᾧπερ ἡ γῆ βλαστάνει ἀνθῶν γένη παντοῖα καὶ πληρούμενον εἰς τρεῖς μόνους πύργους μὲν ἐκτελεῖ τροπήν. μεθ’ ὃν θέρος ὂν θερμὸν ὡς ξηρὸν πάνυ | |
(100) | τὴν οὖσαν ἐν γῇ ὑγρὰν ἐξεοῖ φύσιν, θερμαῖνον εἰς θάλπος δὲ τὸ ψῦχος φέρει, οὕτως τε πύργους τρεῖς ἔχον πληροῖ δρόμον. φθινόπωρον μεθ’ ὃν δὲ θᾶττον ἔρχεται ψυχρὸν πέλον καὶ ξηρὸν εἰς ὅπερ ῥυὲν | |
105 | τῶν ἀνθέων τὸ κάλλος ἄρδην φθείρεται, τρίπυργον τροπὴν ὡς ἔχον θᾶττον τρέχει. τοῦ ἡλίου τρέχοντος ἐν ταύταις τροπαῖς τέσσαρσι[ν] καὶ κυκλοῦντος εἰς τοὺς δώδεκα | |
πύργους ἔτους τοῦ παντὸς εἰς ὑπ’ οὐρανόν | 37 | |
110 | φαίνοντος ἔκλαμπρόν τε τῆς λαμπηδόνος τὸ φῶς πρὸς αὔξησιν δὲ τὴν θέρμην πάσῃ τῇ γαίᾳ πέμπει, βλαστάνει λίαν θέων παντοῖα θερμαίνων δὲ δένδρα ἐκφύει, ἐξ οὗ σελήνη λαμβάνει φωτὸς σέλας, | |
115 | ὡς πάντες οἱ φαίνοντες ἑπτὰ ἀστέρες ὄντες πλάνητες καὶ ὅσοι δὲ ἀπλανεῖς. Οὕτως νόει τὸ ἔργον ὥσπερ τέσσαρας τροπὰς φέρειν εἰς ἕν τι σῶμα, στοιχείων ἐκ τεσσάρων πλήρωσιν ἔργου ἐκτελεῖν | |
120 | ἑπτάχρωμόν τε, ὥσπερ ἑπτὰ ἀστέρων ἔχει ἡ φύσις [καὶ] μορφὰς εἴδη καὶ γένη, δι’ ὧν τελεῖται τῆς σελήνης λευκότης ξάνθωσις ὡσαύτως ἐκπληρουμένη ἡ δευτέρα[ν]* πρὸς λαμπρὰν ἔσται πορφύρα[ν] | |
125 | πᾶν σῶμα λαμπρύνουσα βάπτει ἡλίου μορφὴν χρυσέκλαμπρόν τε καὶ χρυσόχροον. τρισσουμένη γὰρ εἰς πῦρ ἡμερῶν τριῶν ἔσται ὅλη λεύκωσις εἰς ξανθόχρωμον βέβαιον ἐκστραφεῖσα καὶ ξανθουμένη | |
130 | ξανθοῖ πᾶν ἔκλευκόν τε σῶμα καὶ τρέπει, βάπτουσα καὶ μορφοῦσα ποιέει χρυσὸν καὶ γίνεται εἰς θαῦμα θαυμάτων τέρας. λίθος γὰρ οὐκ ὢν γίνεται λιθούμενος ἐκ τῆς μετάλλου τρεῖς ἔχων ὑποστάσεις, | |
135 | ὧν ἔντιμος λίθος μὲν εὔγνωστος πέλει. πάντες δὲ ἀγνοοῦντες αὐτὸν πανταχοῦ ζητοῦσιν ὡς οὐκ ὄντα τοῦτον εὐχερῆ. τιμῆς στερηθεὶς δ’ αὐτὸς εὑρετὸς πέλει ἐντὸς φέρων τὸ θεῖον ὡς μυστήριον, | |
140 | κεκρυμμένον θησαυρὸν εὔληπτον πᾶσι. | |
δράκοντα γεννᾶ οὗτος οὖν ἐν ἱππείᾳ κόπρῳ ἰεσούμενος μὲν ἑπτὰ ἡμέρας, εἰς πέντε ὀκτὼ οὐρὰν ἐσθίει πᾶσαν. καὶ οὗτός ἐστιν οὐροβόρος ὁ δράκων, | 38 | |
145 | λευκὴν μὲν ὄψιν καὶ κατάστικτον δορὰν ἔχων, ξένον τὸ εἶδος ὡς μορφὴν φέρει. οὗτος δὲ γεννᾶται 〈μὲν〉 ἐκ θερμῆς ὁμοῦ ἐξ ὑγρᾶς οὐσίας τε συνενουμένων, ἅμα πρὶν ἐξ ἄρρενος ὡς ἐζευγμένου | |
(150) | θηλείᾳ· συμπλακεὶς δὲ ταύτῃ ἐν μέσῳ πόντου φέρει δράκοντα τοῦτον, ὡς ἔφην, ἔκπυρον, ἐκκαίοντα γῆν πᾶσαν πυρί, ἅπαν σθένος δεικνύντα καὶ πανοπλίαν, πέλοντα εἰς τόπον τὸν ἐν ῥείθροις Νείλου, | |
155 | πλέοντα καὶ φαίνοντα τῆς δορᾶς χρόαν ὥσπερ χρυσέκλαμπρόν τε καὶ χρυσᾶς πάσας φέροντα τάς τε ζώνας ἢ στιγμὰς φάους. τοῦτον λαβὼν δὲ σφάττε τέχνῃ πανσόφῳ μέσον θαλάσσης θᾶττον ὡς ἐν διστόμῳ | |
160 | μαχαίρᾳ θερμῇ ὑγρᾷ, καὶ ἆρον χολὴν ἐκ κοιλίης ἐκτμήξας ὥσπερ εἰς δύο μέρη διχῇ, ἕως ἂν ἐξοίσῃς ὅλης οὔσης γεώδους βαρείας χοληδόχου μελάνσεως τὸ εἶδος, ἐξ οὗπερ νέφη | |
165 | ἄνεισι βαστάζοντα καὶ πυκνούμενα. φέρουσι τὸν δράκοντα πόντου ἐκ μέσου, βαίνειν ἄνω εἰς ὕψος εἰς θερμὴν θέσιν ἀέρος ὑγρότητι καὶ κοῦφον φέρειν τὸ σχῆμα καὶ τὸ εἶδος ὥστε σωφρονεῖν. | |
170 | ῥίπτειν τε τὴν ἔκκαυσιν οὐσίας πᾶσαν καὶ εἰς νᾶμα τρέπειν δὲ θεῖον τὴν φύσιν. πότιζε τοῦτον αὖθις ὡς ὑδράργυρον εἰς χάσμα ἐκκενώσας ὡς θεῖον νᾶμα | |
καὶ τὴν ῥέουσαν στήσας οὐσίαν πλῦνον | 39 | |
175 | μέλανσιν ἔκσμηξόν τε γαίας πανσόφως καὶ λεύκανον σκοτασμὸν ἐγκεκρυμμένον ἐνδοσθίοις δράκοντος, ἕως ἂν φέρῃς ἔξω τὸ κεκρυμμένον ἄρρητον τέρας. γενήσεται γὰρ ἔκλαμπρος, [ἐκ]στιλβὸς πάνυ | |
180 | λευκούμενός τε τῇ τε λευκώσει ὅλως ὀφθήσεται θαυμασιὸς ἔκλευκος λίαν, ὅταν μέλανσις λευκὸν εἰς εἶδος τραπῇ. ἐκ γὰρ νέφους ἐκρεύσας ὡς ὕδωρ ῥέον τῆς γαίας ἀρδεύσει πᾶν ὡς μέλαν σκότος. | |
185 | οὕτως ἑαυτὸν αὐτὸς ἐκλύει ῥᾶον. πιὼν δὲ νέκταρ οὗτος ἀθρόως νέκυς ἔσται βροτοῖς τὸν πλοῦτον ἐκκενῶν ὅλον. αὐτοῦ δι’ ὑπερεκτρέφονται ἐν βίῳ οἱ γηγενεῖς εὑρόντες τοῦ μυστηρίου | |
190 | τὸ θαῦμα καὶ πήξαντες. ἄργυρος τόδε γενήσεται, τὸ εἶδος ἔκλευκος πάνυ μέταλλος, ἣ ἐκ γαίας οὐδὲν ἐκφέρει τοιοῦτον ἄσπρον φαιδρὸν ἔκλευκον πάνυ. λαβὼν δὲ τοῦτον αὖθις, ὅνπερ σοι ἔφην | |
195 | δράκοντα λευκανθέντα ταύτῃ δευτέρᾳ λευκώσεως τῇ θείᾳ λευκώσει στρέφε, σφάξας αὖθις μαχαίρᾳ θερμῇ, τοῦ πυρὸς τὸ αἷμα ἔξαξον πᾶν ἔκπυρον λίαν ἐρυθρὸν ὡς φλὸξ φεγγίτης ἅπτων φλόγα, | |
(200) | βάψαι δορὰν δράκοντος ἐν τῷ αἵματι χυθέντι τοῦ σφῶν ἐκ μέσου τῆς γαστέρος χιτῶνα λευκὸν κογχύλης εἰς πορφύραν. βαφεὶς γὰρ οὗτος πυῤῥὸς ὡς ᾑμαγμένος ἔσται ὅλως λάμπων πῦρ εἰς βαφὴν φέρων. | |
205 | ὡς πορφυροῦν τὸ εἶδος ὄφρα πορφύραν | |
βάψῃ ἀληθινήν τε λαμπρὰν εὔχροον στίλβουσαν ἐξανθοῦσαν ὥσπερ ἥλιος ὡραίαν εὐειδῆ τε τέρψαι καρδίαν βροτῶν ὁρώντων τοῦ κλεάζειν πανσόφως | 40 | |
210 | εὐφραντικῶς τὸ δῶρον ἀξιουμένων τὸ θειοδώρητόν τε τοῦτο πάντιμον οὕτως λέγοντας καὶ κροτοῦντας τὴν χάριν· Ὦ θεῖον ἔργον εὔκολον καὶ σύντομον, ὦ φαιδρᾶς ὄψεως τὸ κάλλος εὔχροον, | |
215 | ὦ ζεύξεως λαμπρᾶς τε τῆς συνουσίας, ὦ ἄρρενος ἡ ζεῦξις εἰς μῖξιν μίαν, ὦ θήλεος ἕνωσις ἄκρας συμπλοκῆς, ὦ μῖξις ἕν τι ἐκφέρουσα πρὸς κλέος, ὦ εὐκλεὲς γέννημα δόξης ἔμπλεον, | |
220 | ὦ φαιδρὸς εὐέκλαμπρος ἔντιμος γόνος, ὦ ἔνδυμα χρυσίζον ἀργυρένδυτον, ὦ διπλοῒς ἔκστιλβον ὄμμα ὡς χιὼν, ὦ τῆς μετάλλου τῆς βρυούσης ἄργυρον, ὦ τῆς θαλάσσης λευκὸν εὔποτον νᾶμα, | |
225 | ὦ τῆς λυθείσης ὡς ὕδωρ γαίας ῥᾶον, ὦ γαίας ὡς αἰθὴρ ἀναβαινούσης ἄνω, ὦ τῶν νεφῶν λεύκωσις ἐκ μελάνσεως, ὦ οὐρανόχρουν κάλλος ἔκλαμπον σέλας, ὦ φωτὸς ἐκλάμποντος εἰς ὑπ’ οὐρανόν, | |
230 | ὦ ἀστέρων σύστημα καὶ φαιδρὸς δρόμος, ὦ φῶς σελήνης λάμπον ὡς ἐξ ἡλίου, ὦ ἥλιος χρυσουργὸς αὐγαῖς ἀκτίνων. ἐκ σοῦ γὰρ ἄρχεται μὲν ἔργον τῶν σοφῶν εἰς πρᾶξιν φέρειν ὥσπερ εὔχρηστον τέλος· | |
235 | ἔν σοι δὲ φαίνει αὐτὸ τὸ ζητούμενον θαῦμα πλέω τοῦ φωτὸς ἐκλάμψεις νέμον, θησαυρὸς ὥσπερ παμπόθητος, μαργάρων πλήρης, φέρων εἰς κέρδος ὄνησιν βροτοῖς. τίς οὖν ὁρῶν σου τῆς τοσαύτης πανσόφου | |
240 | τεχνουργίας πᾶν κόσμον ὥσπερ ὄργανον | |
κοσμούμενον τὸ ἔργον ἐκ τέχνης μιᾶς πίστωσιν [εἰς] ἔργων ἐκφαῖνον κλέος θαυμαστικῶς ὡς ἐκστὰς οὐκ ἂν θαυμάσῃ καὶ τὴν ἄμετρον δοξάσῃ θεοῦ λόγου | 41 | |
245 | πρόνοιαν ὑμνήσῃ τε τὴν εὐσπλαγχνίαν, εἰς ἡμᾶς ἥνπερ πανσόφως ἐνδείκνυσι; πολυτρόπως θέλει γὰρ ὡς εὐεργέτης καὶ δεσπότης τοὺς πάντας εὖ βιοῦν, ὅπως ταῖς πράξεσι πλουτοῦντες εὐσεβῶς βίου | |
(250) | ἡμῶν δράμωμεν εὐπραγοῦντες τὸν δρόμον, στέργοντες εὐσεβείας ἔκλαμψιν φάους καὶ εὐπρεπῶς λάμποντες ἔργοις ἐνθέοις, φιλοξενοῦντες καὶ ποθοῦντες τὸν πέλας καὶ ἡμέρας καὶ νυκτὸς εὐχῶν ταῖς λιταῖς | |
255 | τὴν αἴνεσιν πέμποντες ὡς λάτραι σοφοὶ τῷ παντάνακτι παντεπόπτῃ δεσπότῃ αἰτούμενοι ἱλασμὸν ἀμπλακημάτων καὶ κινδύνων λύτρωσιν εὑρεῖν εἰς τέλος τῶν ἀλλ’ ἐπ’ ἀλλήλων τε πειρασμῶν λύσιν ... | |
260 | πᾶν ἔκφυλον καὶ μηδὲν εἰς πρᾶξιν τελεῖν, ἀλλ’ ἢ θεῷ τὸν αἶνον οὕτως προσφέρειν τῷ ὄντι πατρὶ ἐκφύσαντι τὸν γόνον αὐτοῦ τε γεννηθέντι τῷ θείῳ λόγῳ συνεκπορεύτῳ ὄντι θείῳ πνεύματι | |
265 | νῦν πάντας εἰς αἰῶνας αἰώνων ἀμήν. | |
στίχοι σξεʹ. | 42 |